Add parallel Print Page Options

15 καὶ ἐδόθη [a]αὐτῷ [b]δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ [c]ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα [d]δῶσιν αὐτοῖς [e]χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις [f]δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18 ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς [g]αὐτοῦ [h]ἑξακόσιοι ἑξήκοντα ἕξ.

14 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον [i]ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ [j]αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν [k]ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· [l]οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν [m]ὑπάγῃ· [n]οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ [o]ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· [p]ἄμωμοί εἰσιν.

Καὶ εἶδον [q]ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι [r]ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν [s]θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε [t]τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν [u]καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 αὐτῷ Treg NIV RP ] αὐτῇ WH
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 δοῦναι πνεῦμα WH Treg NIV ] πνεῦμα δοῦναι RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 ἵνα WH Treg NIV ] – RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 δῶσιν WH Treg NIV ] δώσωσιν RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:16 χάραγμα WH Treg NIV ] χαράγματα RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:17 δύνηται WH Treg NIV ] δύναται RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 αὐτοῦ WH NIV ] + ἐστὶν Treg RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 ἑξακόσιοι ἑξήκοντα ἕξ WH NIV ] ἑξακόσια ἑξήκοντα ἕξ RP; χξϛʹ Treg
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 ἑστὸς WH Treg NIV ] ἑστηκὸς RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 αὐτοῦ WH Treg NIV ] + ἀριθμός RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:3 ὡς WH Treg NA ] – NIV RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + εἰσιν RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 ὑπάγῃ NIV RP ] ὑπάγει WH Treg
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + ὑπὸ Ἰησοῦ RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NIV ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἄμωμοί WH NIV ] + γάρ Treg RP
  17. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἄλλον WH Treg NIV ] – RP
  18. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἐπὶ WH Treg NIV ] – RP
  19. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 θεὸν WH Treg NIV ] κύριον RP
  20. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 τῷ ποιήσαντι WH Treg NIV ] αὐτὸν τὸν ποιήσαντα RP
  21. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 καὶ WH Treg NIV ] + τὴν RP